호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἴπ ὄνομ ὅττι σε κεῖθι κάλεον μήτηρ τε πατήρ τε ἄλλοι θ οἳ κατὰ ἄστυ καὶ οἳ περιναιετάουσιν.? οὐ μὲν γάρ τις πάμπαν ἀνώνυμός ἐστ ἀνθρώπων, οὐ κακὸς οὐδὲ μὲν ἐσθλός, ἐπὴν τὰ πρῶτα γένηται, ἀλλ ἐπὶ πᾶσι τίθενται, ἐπεί κε τέκωσι, τοκῆες. εἰπὲ δέ μοι γαῖάν τε: τεὴν δῆμόν τε πόλιν τε, ὄφρα σε τῇ πέμπωσι τιτυσκόμεναι φρεσὶ νῆες: οὐ γὰρ Φαιήκεσσι κυβερνητῆρες ἐάσιν, οὐδέ τι πηδάλι ἔστι, τά τ ἄλλαι νῆες ἔχουσιν: ἀλλ αὐταὶ ἴσασι νοήματα καὶ φρένας ἀνδρῶν, καὶ πάντων ἴσασι πόλιας καὶ πίονας ἀγροὺς ἀνθρώπων, καὶ λαῖτμα τάχισθ ἁλὸς ἐκπερόωσιν ἠέρι καὶ νεφέλῃ κεκαλυμμέναι: οὐδέ ποτέ σφιν οὔτε τι πημανθῆναι ἔπι δέος οὔτ ἀπολέσθαι. ἀλλὰ τόδ ὥς ποτε πατρὸς ἐγὼν εἰπόντος ἄκουσα Ναυσιθόου, ὃς ἔφασκε Ποσειδάων ἀγάσασθαι ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων. φῆ ποτὲ Φαιήκων ἀνδρῶν ἐυεργέα νῆα ἐκ πομπῆς ἀνιοῦσαν ἐν ἠεροειδέι πόντῳ ῥαισέμεναι, μέγα δ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν. ὣς ἀγόρευ ὁ γέρων: τὰ δέ κεν θεὸς ἢ τελέσειεν ἤ κ ἀτέλεστ εἰή, ὥς οἱ φίλον ἔπλετο θυμῷ: ἀλλ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, ὅππῃ ἀπεπλάγχθης τε καὶ ἅς τινας ἵκεο χώρας ἀνθρώπων, αὐτούς τε πόλιάς τ ἐὺ ναιετοώσας, ἠμὲν ὅσοι χαλεποί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι, οἵ τε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής. εἰπὲ δ ὅ τι κλαίεις καὶ ὀδύρεαι ἔνδοθι θυμῷ Ἀργείων Δαναῶν ἠδ Ἰλίου οἶτον ἀκούων. τὸν δὲ θεοὶ μὲν τεῦξαν, ἐπεκλώσαντο δ ὄλεθρον ἀνθρώποις, ἵνα ᾖσι καὶ ἐσσομένοισιν ἀοιδή. ἦ τίς τοι καὶ πηὸς ἀπέφθιτο Ἰλιόθι πρὸ ἐσθλὸς ἐών, γαμβρὸς ἢ πενθερός, οἵ τε μάλιστα κήδιστοι τελέθουσι μεθ αἷμά τε καὶ γένος αὐτῶν· ἦ τίς που καὶ ἑταῖρος ἀνὴρ κεχαρισμένα εἰδώς, ἐσθλός· ἐπεὶ οὐ μέν τι κασιγνήτοιο χερείων γίγνεται, ὅς κεν ἑταῖρος ἐὼν πεπνυμένα εἰδῇ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기