- 텍스트

Homer, Odyssey, Book 8 71:

(호메로스, 오디세이아, Book 8 71:)

ταῦτ ἄρ ἀοιδὸς ἀείδε περικλυτός:? αὐτὰρ Ὀδυσσεὺς τήκετο, δάκρυ δ ἔδευεν ὑπὸ βλεφάροισι παρειάς. ὡς δὲ γυνὴ κλαίῃσι φίλον πόσιν ἀμφιπεσοῦσα, ὅς τε ἑῆς πρόσθεν πόλιος λαῶν τε πέσῃσιν, ἄστεϊ καὶ τεκέεσσιν ἀμύνων νηλεὲς ἦμαρ: ἡ μὲν τὸν θνήσκοντα καὶ ἀσπαίροντα ἰδοῦσα ἀμφ αὐτῷ χυμένη λίγα κωκύει: οἱ δέ τ ὄπισθε κόπτοντες δούρεσσι μετάφρενον ἠδὲ καὶ ὤμους εἴρερον εἰσανάγουσι, πόνον τ ἐχέμεν καὶ ὀιζύν: τῆς δ ἐλεεινοτάτῳ ἄχεϊ φθινύθουσι παρειαί: ὣς Ὀδυσεὺς ἐλεεινὸν ὑπ ὀφρύσι δάκρυον εἶβεν. ἔνθ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων, Ἀλκίνοος δέ μιν οἰο῀ς ἐπεφράσατ ἠδ ἐνόησεν, ἥμενος ἄγχ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν. αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION