호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"δεῦρο, γύναι, φέρε χηλὸν ἀριπρεπέ’, ἥ τισ ἀρίστη· ἐν δ’ αὐτὴ θὲσ φᾶροσ ἐυπλυνὲσ ἠδὲ χιτῶνα. ἀμφὶ δέ οἱ πυρὶ χαλκὸν ἰήνατε, θέρμετε δ’ ὕδωρ, ὄφρα λοεσσάμενόσ τε ἰδών τ’ ἐὺ κείμενα πάντα δῶρα, τά οἱ Φαίηκεσ ἀμύμονεσ ἐνθάδ’ ἔνεικαν, δαιτί τε τέρπηται καὶ ἀοιδῆσ ὕμνον ἀκούων. καί οἱ ἐγὼ τόδ’ ἄλεισον ἐμὸν περικαλλὲσ ὀπάσσω, χρύσεον, ὄφρ’ ἐμέθεν μεμνημένοσ ἤματα πάντα σπένδῃ ἐνὶ μεγάρῳ Διί τ’ ἄλλοισίν τε θεοῖσιν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기