- 텍스트

Homer, Odyssey, Book 8 47:

(호메로스, 오디세이아, Book 8 47:)

Ἀλκίνοος δ Ἅλιον καὶ Λαοδάμαντα κέλευσεν μουνὰξ ὀρχήσασθαι, ἐπεί σφισιν οὔ τις ἔριζεν.? οἱ δ ἐπεὶ οὖν σφαῖραν καλὴν μετὰ χερσὶν ἕλοντο, πορφυρέην, τήν σφιν Πόλυβος ποίησε δαΐφρων, τὴν ἕτερος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα ἰδνωθεὶς ὀπίσω, ὁ δ ἀπὸ χθονὸς ὑψός ἀερθεὶς ῥηιδίως μεθέλεσκε, πάρος ποσὶν οὖδας ἱκέσθαι. αὐτὰρ ἐπεὶ δὴ σφαίρῃ ἀν ἰθὺν πειρήσαντο, ὠρχείσθην δὴ ἔπειτα ποτὶ χθονὶ πουλυβοτείρῃ ταρφέ ἀμειβομένω: κοῦροι δ ἐπελήκεον ἄλλοι ἑστεῶτες κατ ἀγῶνα, πολὺς δ ὑπὸ κόμπος ὀρώρει.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION