호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
αὐτὰρ ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν ἀμφ Ἄρεος φιλότητος εὐστεφάνου τ Ἀφροδίτης, ὡς τὰ πρῶτα μίγησαν ἐν Ἡφαίστοιο δόμοισι λάθρῃ, πολλὰ δ ἔδωκε, λέχος δ ᾔσχυνε καὶ εὐνὴν Ἡφαίστοιο ἄνακτος.? ἄφαρ δέ οἱ ἄγγελος ἦλθεν Ἥλιος, ὅ σφ ἐνόησε μιγαζομένους φιλότητι. Ἥφαιστος δ ὡς οὖν θυμαλγέα μῦθον ἄκουσε, βῆ ῥ ἴμεν ἐς χαλκεῶνα κακὰ φρεσὶ βυσσοδομεύων, ἐν δ ἔθετ ἀκμοθέτῳ μέγαν ἄκμονα, κόπτε δὲ δεσμοὺς ἀρρήκτους ἀλύτους, ὄφρ ἔμπεδον αὖθι μένοιεν. αὐτὰρ ἐπεὶ δὴ τεῦξε δόλον κεχολωμένος Ἄρει, βῆ ῥ ἴμεν ἐς θάλαμον, ὅθι οἱ φίλα δέμνι ἔκειτο, ἀμφὶ δ ἄρ ἑρμῖσιν χέε δέσματα κύκλῳ ἁπάντῃ: πολλὰ δὲ καὶ καθύπερθε μελαθρόφιν ἐξεκέχυντο, ἠύτ ἀράχνια λεπτά, τά γ οὔ κέ τις οὐδὲ ἴδοιτο, οὐδὲ θεῶν μακάρων: πέρι γὰρ δολόεντα τέτυκτο. αὐτὰρ ἐπεὶ δὴ πάντα δόλον περὶ δέμνια χεῦεν, εἴσατ ἴμεν ἐς Λῆμνον, ἐυκτίμενον πτολίεθρον, ἥ οἱ γαιάων πολὺ φιλτάτη ἐστὶν ἁπασέων. οὐδ ἀλαοσκοπιὴν εἶχε χρυσήνιος Ἄρης, ὡς ἴδεν Ἥφαιστον κλυτοτέχνην νόσφι κιόντα: βῆ δ ἰέναι πρὸς δῶμα περικλυτοῦ Ἡφαίστοιο ἰσχανόων φιλότητος ἐυστεφάνου Κυθερείης. ἡ δὲ νέον παρὰ πατρὸς ἐρισθενέος Κρονίωνος ἐρχομένη κατ ἄρ ἕζεθ: ὁ δ εἴσω δώματος ᾔει, ἔν τ ἄρα οἱ φῦ χειρί, ἔπος τ ἔφατ ἔκ τ ὀνόμαζε:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기