호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸν δ ἄρ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς:? "ξεῖν, οὐ καλὸν ἐείπες: ἀτασθάλῳ ἀνδρὶ ἐοίκας. οὕτως οὐ πάντεσσι θεοὶ χαρίεντα διδοῦσιν ἀνδράσιν, οὔτε φυὴν οὔτ ἂρ φρένας οὔτ ἀγορητύν. ἄλλος μὲν γάρ τ εἶδος ἀκιδνότερος πέλει ἀνήρ, ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει, οἱ δέ τ ἐς αὐτὸν τερπόμενοι λεύσσουσιν: ὁ δ ἀσφαλέως ἀγορεύει αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν, ἐρχόμενον δ ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσιν. ἄλλος δ αὖ εἶδος μὲν ἀλίγκιος ἀθανάτοισιν, ἀλλ οὔ οἱ χάρις ἀμφιπεριστέφεται ἐπέεσσιν, ὡς καὶ σοὶ εἶδος μὲν ἀριπρεπές, οὐδέ κεν ἄλλως οὐδὲ θεὸς τεύξειε, νόον δ ἀποφώλιός ἐσσι. ὤρινάς μοι θυμὸν ἐνὶ στήθεσσι φίλοισιν εἰπὼν οὐ κατὰ κόσμον. ἐγὼ δ οὐ νῆις ἀέθλων, ὡς σύ γε μυθεῖαι, ἀλλ ἐν πρώτοισιν ὀίω ἔμμεναι, ὄφρ ἥβῃ τε πεποίθεα χερσί τ ἐμῇσι. νῦν δ ἔχομαι κακότητι καὶ ἄλγεσι: πολλὰ γὰρ ἔτλην ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων. ἀλλὰ καὶ ὥς, κακὰ πολλὰ παθών, πειρήσομ ἀέθλων: θυμοδακὴς γὰρ μῦθος, ἐπώτρυνας δέ με εἰπών.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기