- 텍스트

Homer, Odyssey, Book 8 12:

(호메로스, 오디세이아, Book 8 12:)

τοῖσι δ ἀπὸ νύσσης τέτατο δρόμος:? οἱ δ ἅμα πάντες καρπαλίμως ἐπέτοντο κονίοντες πεδίοιο: τῶν δὲ θέειν ὄχ ἄριστος ἐήν Κλυτόνηος ἀμύμων: ὅσσον τ ἐν νειῷ οὖρον πέλει ἡμιόνοιιν, τόσσον ὑπεκπροθέων λαοὺς ἵκεθ, οἱ δ ἐλίποντο. οἱ δὲ παλαιμοσύνης ἀλεγεινῆς πειρήσαντο: τῇ δ αὖτ Εὐρύαλος ἀπεκαίνυτο πάντας ἀρίστους. ἅλματι δ Ἀμφίαλος πάντων προφερέστατος ἠε῀ν: δίσκῳ δ αὖ πάντων πολὺ φέρτατος ἠε῀ν Ἐλατρεύς, πὺξ δ αὖ Λαοδάμας, ἀγαθὸς πάϊς Ἀλκινόοιο. αὐτὰρ ἐπεὶ δὴ πάντες ἐτέρφθησαν φρέν ἀέθλοις, τοῖς ἄρα Λαοδάμας μετέφη πάϊς Ἀλκινόοιο:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION