호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δ ἅμ ἕποντο.? κὰδ δ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν, Δημοδόκου δ ἕλε χεῖρα καὶ ἔξαγεν ἐκ μεγάροιο κῆρυξ: ἦρχε δὲ τῷ αὐτὴν ὁδὸν ἥν περ οἱ ἄλλοι Φαιήκων οἱ ἄριστοι, ἀέθλια θαυμανέοντες. βὰν δ ἴμεν εἰς ἀγορήν, ἅμα δ ἕσπετο πουλὺς ὅμιλος, μυρίοι: ἂν δ ἵσταντο νέοι πολλοί τε καὶ ἐσθλοί. ὦρτο μὲν Ἀκρόνεώς τε καὶ Ὠκύαλος καὶ Ἐλατρεύς, Ναυτεύς τε Πρυμνεύς τε καὶ Ἀγχίαλος καὶ Ἐρετμεύς, Ποντεύς τε Πρωρεύς τε, Θόων Ἀναβησίνεώς τε Ἀμφίαλός θ, υἱὸς Πολυνήου Τεκτονίδαο: ἂν δὲ καὶ Εὐρύαλος, βροτολοιγῷ ἶσος Ἄρηϊ, Ναυβολίδης, ὃς ἄριστος ἐήν εἶδός τε δέμας τε πάντων Φαιήκων μετ ἀμύμονα Λαοδάμαντα. ἂν δ ἔσταν τρεῖς παῖδες ἀμύμονος Ἀλκινόοιο, Λαοδάμας θ Ἅλιός τε καὶ ἀντίθεος Κλυτόνηος. οἱ δ ἦ τοι πρῶτον μὲν ἐπειρήσαντο πόδεσσι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기