- 텍스트

Homer, Odyssey, Book 8 6:

(호메로스, 오디세이아, Book 8 6:)

ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δ ἅμ ἕποντο σκηπτοῦχοι:? τοὺς δέρον ἀμφί θ ἕπον, τετύκοντό τε δαῖτ ἐρατεινήν. κῆρυξ δὲ μετῴχετο θεῖον ἀοιδόν. κούρω δὲ κρινθέντε δύω καὶ πεντήκοντα βήτην, ὡς ἐκέλευς, ἐπὶ θῖν ἁλὸς ἀτρυγέτοιο. αὐτὰρ ἐπεί ῥ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν, νῆα μὲν οἵ γε μέλαιναν ἁλὸς βένθοσδε ἔρυσσαν, ἐν δ ἱστόν τ ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ, ἠρτύναντο δ ἐρετμὰ τροποῖς ἐν δερματίνοισι, πάντα κατὰ μοῖραν, ἀνά θ ἱστία λευκὰ πέτασσαν. ὑψοῦ δ ἐν νοτίῳ τήν γ ὡρ´μισαν: αὐτὰρ ἔπειτα βάν ῥ ἴμεν Ἀλκινόοιο δαΐφρονος ἐς μέγα δῶμα. πλῆντο δ ἄρ αἴθουσαί τε καὶ ἑρ´κεα καὶ δόμοι ἀνδρῶν ἀγρομένων: πολλοὶ δ ἄρ ἔσαν, νέοι ἠδὲ παλαιοί. τοῖσιν δ Ἀλκίνοος δυοκαίδεκα μῆλ ἱέρευσεν, ὀκτὼ δ ἀργιόδοντας ὑάς, δύο δ εἰλίποδας βοῦς:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION