- 텍스트

Homer, Odyssey, Book 8 4:

(호메로스, 오디세이아, Book 8 4:)

"κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες, ὄφρ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.? ξεῖνος ὅδ, οὐκ οἶδ ὅς τις, ἀλώμενος ἵκετ ἐμὸν δῶ, ἠὲ πρὸς ἠοίων ἦ ἑσπερίων ἀνθρώπων: πομπὴν δ ὀτρύνει, καὶ λίσσεται ἔμπεδον εἶναι. ἡμεῖς δ, ὡς τὸ πάρος περ, ἐποτρυνώμεθα πομπήν. οὐδὲ γὰρ οὐδέ τις ἄλλος, ὅτις κ ἐμὰ δώμαθ ἵκηται, ἐνθάδ ὀδυρόμενος δηρὸν μένει εἵνεκα πομπῆς. ἀλλ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν πρωτόπλοον, κούρω δὲ δύω καὶ πεντήκοντα κρινάσθων κατὰ δῆμον, ὅσοι πάρος εἰσὶν ἄριστοι. δησάμενοι δ ἐὺ πάντες ἐπὶ κληῖσιν ἐρετμὰ ἔκβητ: αὐτὰρ ἔπειτα θοὴν ἀλεγύνετε δαῖτα ἡμέτερόνδ ἐλθόντες: ἐγὼ δ ἐὺ πᾶσι παρέξω. κούροισιν μὲν ταῦτ ἐπιτέλλομαι: αὐτὰρ οἱ ἄλλοι σκηπτοῦχοι βασιλῆες ἐμὰ πρὸς δώματα καλὰ ἔρχεσθ, ὄφρα ξεῖνον ἐνὶ μεγάροισι φιλέωμεν, μηδέ τις ἀρνείσθω. καλέσασθε δὲ θεῖον ἀοιδὸν Δημόδοκον: τῷ γάρ ῥα θεὸς πέρι δῶκεν ἀοιδὴν τέρπειν, ὅππῃ θυμὸς ἐποτρύνῃσιν ἀείδειν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION