호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰ δέ τις ἀθανάτων γε κατ οὐρανοῦ εἰλήλουθεν, ἄλλο τι δὴ τόδ ἔπειτα θεοὶ περιμηχανόωνται.? αἰεὶ γὰρ τὸ πάρος γε θεοὶ φαίνονται ἐναργεῖς ἡμῖν, εὖτ ἔρδωμεν ἀγακλειτὰς ἑκατόμβας, δαίνυνταί τε παρ ἄμμι καθήμενοι ἔνθα περ ἡμεῖς. εἰ δ ἄρα τις καὶ μοῦνος ἰὼν ξύμβληται ὁδίτης, οὔ τι κατακρύπτουσιν, ἐπεί σφισιν ἐγγύθεν εἰμέν, ὥς περ Κύκλωπές τε καὶ ἄγρια φῦλα Γιγάντων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기