호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣς εἰπὼν κατ ἄρ ἕζετ ἐπ ἐσχάρῃ ἐν κονίῃσιν πὰρ πυρί:? οἱ δ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. ὀψὲ δὲ δὴ μετέειπε γέρων ἡρ´ως Ἐχένηος, ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἠε῀ν καὶ μύθοισι κέκαστο, παλαιά τε πολλά τε εἰδώς: ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν: "Ἀλκίνο, οὐ μέν τοι τόδε κάλλιον, οὐδὲ ἐοίκε, ξεῖνον μὲν χαμαὶ ἧσθαι ἐπ ἐσχάρῃ ἐν κονίῃσιν, οἵδε δὲ σὸν μῦθον ποτιδέγμενοι ἰσχανόωνται. ἄλλ ἄγε δὴ ξεῖνον μὲν ἐπὶ θρόνου ἀργυροήλου εἷσον ἀναστήσας, σὺ δὲ κηρύκεσσι κέλευσον οἶνον ἐπικρῆσαι, ἵνα καὶ Διὶ τερπικεραύνῳ σπείσομεν, ὅς θ ἱκέτῃσιν ἅμ αἰδοίοισιν ὀπηδεῖ: δόρπον δὲ ξείνῳ ταμίη δότω ἔνδον ἐόντων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기