- 텍스트

Homer, Odyssey, Book 7 10:

(호메로스, 오디세이아, Book 7 10:)

ὅσσον Φαίηκες περὶ πάντων ἴδριες ἀνδρῶν νῆα θοὴν ἐνὶ πόντῳ ἐλαυνέμεν, ὣς δὲ γυναῖκες ἱστῶν τεχνῆσσαι:? πέρι γάρ σφισι δῶκεν Ἀθήνη ἔργα τ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλάς. ἔκτοσθεν δ αὐλῆς μέγας ὄρχατος ἄγχι θυράων τετράγυος: περὶ δ ἑρ´κος ἐλήλαται ἀμφοτέρωθεν. ἔνθα δὲ δένδρεα μακρὰ πεφύκασι τηλεθόωντα, ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι. τάων οὔ ποτε καρπὸς ἀπόλλυται οὐδ ἀπολείπει χείματος οὐδὲ θέρευς, ἐπετήσιος: ἀλλὰ μάλ αἰεὶ Ζεφυρίη πνείουσα τὰ μὲν φύει, ἄλλα δὲ πέσσει. ὄγχνη ἐπ ὄγχνῃ γηράσκει, μῆλον δ ἐπὶ μήλῳ, αὐτὰρ ἐπὶ σταφυλῇ σταφυλή, σῦκον δ ἐπὶ σύκῳ. ἔνθα δέ οἱ πολύκαρπος ἀλωὴ ἐρρίζωται, τῆς ἕτερον μὲν θειλόπεδον λευρῷ ἐνὶ χώρῳ τέρσεται ἠελίῳ, ἑτέρας δ ἄρα τε τρυγόωσιν, ἄλλας δὲ τραπέουσι: πάροιθε δέ τ ὄμφακές εἰσιν ἄνθος ἀφιεῖσαι, ἕτεραι δ ὑποπερκάζουσιν. ἔνθα δὲ κοσμηταὶ πρασιαὶ παρὰ νείατον ὄρχον παντοῖαι πεφύασιν, ἐπηετανὸν γανόωσαι: ἐν δὲ δύω κρῆναι ἡ μέν τ ἀνὰ κῆπον ἅπαντα σκίδναται, ἡ δ ἑτέρωθεν ὑπ αὐλῆς οὐδὸν ἱήσι πρὸς δόμον ὑψηλόν, ὅθεν ὑδρεύοντο πολῖται. τοῖ ἄρ ἐν Ἀλκινόοιο θεῶν ἔσαν ἀγλαὰ δῶρα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION