- 텍스트

Homer, Odyssey, Book 7 9:

(호메로스, 오디세이아, Book 7 9:)

ὣς ἄρα φωνήσας ἀπέβη γλαυκῶπις Ἀθήνη πόντον ἐπ ἀτρύγετον, λίπε δὲ Σχερίην ἐρατεινήν, ἵκετο δ ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην, δῦνε δ Ἐρεχθῆος πυκινὸν δόμον.? αὐτὰρ Ὀδυσσεὺς Ἀλκινόου πρὸς δώματ ἰέ κλυτά: πολλὰ δέ οἱ κῆρ ὡρ´μαιν ἱσταμένῳ, πρὶν χάλκεον οὐδὸν ἱκέσθαι. ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης δῶμα καθ ὑψερεφὲς μεγαλήτορος Ἀλκινόοιο. χάλκεοι μὲν γὰρ τοῖχοι ἐληλέδατ ἔνθα καὶ ἔνθα, ἐς μυχὸν ἐξ οὐδοῦ, περὶ δὲ θριγκὸς κυάνοιο: χρύσειαι δὲ θύραι πυκινὸν δόμον ἐντὸς ἐέργον: σταθμοὶ δ ἀργύρεοι ἐν χαλκέῳ ἕστασαν οὐδῷ, ἀργύρεον δ ἐφ ὑπερθύριον, χρυσέη δὲ κορώνη. χρύσειοι δ ἑκάτερθε καὶ ἀργύρεοι κύνες ἦσαν, οὓς Ἥφαιστος ἔτευξεν ἰδυίῃσι πραπίδεσσι δῶμα φυλασσέμεναι μεγαλήτορος Ἀλκινόοιο, ἀθανάτους ὄντας καὶ ἀγήρως ἤματα πάντα. ἐν δὲ θρόνοι περὶ τοῖχον ἐρηρέδατ ἔνθα καὶ ἔνθα, ἐς μυχὸν ἐξ οὐδοῖο διαμπερές, ἔνθ ἐνὶ πέπλοι λεπτοὶ ἐύννητοι βεβλήατο, ἔργα γυναικῶν. ἔνθα δὲ Φαιήκων ἡγήτορες ἑδριόωντο πίνοντες καὶ ἔδοντες: ἐπηετανὸν γὰρ ἔχεσκον. χρύσειοι δ ἄρα κοῦροι ἐυδμήτων ἐπὶ βωμῶν ἕστασαν αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχοντες, φαίνοντες νύκτας κατὰ δώματα δαιτυμόνεσσι. πεντήκοντα δέ οἱ δμωαὶ κατὰ δῶμα γυναῖκες αἱ μὲν ἀλετρεύουσι μύλῃς ἔπι μήλοπα καρπόν, αἱ δ ἱστοὺς ὑφόωσι καὶ ἠλάκατα στρωφῶσιν ἥμεναι, οἱά῀ τε φύλλα μακεδνῆς αἰγείροιο: καιρουσσέων δ ὀθονέων ἀπολείβεται ὑγρὸν ἔλαιον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION