호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣσ ἄρα φωνήσασ’ ἵμασεν μάστιγι φαεινῇ ἡμιόνουσ· αἱ δ’ ὦκα λίπον ποταμοῖο ῥέεθρα. αἱ δ’ ἐὺ μὲν τρώχων, ἐὺ δὲ πλίσσοντο πόδεσσιν· ἡ δὲ μάλ’ ἡνιόχευεν, ὅπωσ ἅμ’ ἑποίατο πεζοὶ ἀμφίπολοί τ’ Ὀδυσεύσ τε, νόῳ δ’ ἐπέβαλλεν ἱμάσθλην. δύσετό τ’ ἠέλιοσ καὶ τοὶ κλυτὸν ἄλσοσ ἵκοντο ἱρὸν Ἀθηναίησ, ἵν’ ἄρ’ ἕζετο δῖοσ Ὀδυσσεύσ. αὐτίκ’ ἔπειτ’ ἠρᾶτο Διὸσ κούρῃ μεγάλοιο· "κλῦθί μευ, αἰγιόχοιο Διὸσ τέκοσ, Ἀτρυτώνη· νῦν δή πέρ μευ ἄκουσον, ἐπεὶ πάροσ οὔ ποτ’ ἄκουσασ ῥαιομένου, ὅτε μ’ ἔρραιε κλυτὸσ ἐννοσίγαιοσ. δόσ μ’ ἐσ Φαίηκασ φίλον ἐλθεῖν ἠδ’ ἐλεεινόν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기