- 텍스트

Homer, Odyssey, Book 6 25:

(호메로스, 오디세이아, Book 6 25:)

αὐτὰρ Ναυσικάα λευκώλενος ἄλλ ἐνόησεν:? εἵματ ἄρα πτύξασα τίθει καλῆς ἐπ ἀπήνης, ζεῦξεν δ ἡμιόνους κρατερώνυχας, ἂν δ ἔβη αὐτή, ὤτρυνεν δ Ὀδυσῆα, ἔπος τ ἔφατ ἔκ τ ὀνόμαζεν: "ὄρσεο δὴ νῦν, ξεῖνε, πόλινδ ἴμεν ὄφρα σε πέμψω πατρὸς ἐμοῦ πρὸς δῶμα δαΐφρονος, ἔνθα σέ φημι πάντων Φαιήκων εἰδησέμεν ὅσσοι ἄριστοι. ἀλλὰ μάλ ὧδ ἔρδειν, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν: ὄφρ ἂν μέν κ ἀγροὺς ἰόμεν καὶ ἔργ ἀνθρώπων, τόφρα σὺν ἀμφιπόλοισι μεθ ἡμιόνους καὶ ἄμαξαν καρπαλίμως ἔρχεσθαι: ἐγὼ δ ὁδὸν ἡγεμονεύσω. αὐτὰρ ἐπὴν πόλιος ἐπιβήομεν, ἣν πέρι πύργος ὑψηλός, καλὸς δὲ λιμὴν ἑκάτερθε πόληος, λεπτὴ δ εἰσίθμη: νῆες δ ὁδὸν ἀμφιέλισσαι εἰρύαται: πᾶσιν γὰρ ἐπίστιόν ἐστιν ἑκάστῳ. ἔνθα δέ τέ σφ ἀγορὴ καλὸν Ποσιδήιον ἀμφίς, ῥυτοῖσιν λάεσσι κατωρυχέεσς ἀραρυῖα. ἔνθα δὲ νηῶν ὅπλα μελαινάων ἀλέγουσι, πείσματα καὶ σπεῖρα, καὶ ἀποξύνουσιν ἐρετμά. οὐ γὰρ Φαιήκεσσι μέλει βιὸς οὐδὲ φαρέτρη, ἀλλ ἱστοὶ καὶ ἐρετμὰ νεῶν καὶ νῆες ἐῖσαι, ᾗσιν ἀγαλλόμενοι πολιὴν περόωσι θάλασσαν. τῶν ἀλεείνω φῆμιν ἀδευκέα, μή τις ὀπίσσω μωμεύῃ: μάλα δ εἰσὶν ὑπερφίαλοι κατὰ δῆμον: καί νύ τις ὧδ εἴπῃσι κακώτερος ἀντιβολήσας: τίς δ ὅδε Ναυσικάᾳ ἕπεται καλός τε μέγας τε ξεῖνος· ποῦ δέ μιν εὑρ῀ε· πόσις νύ οἱ ἔσσεται αὐτῇ. ἦ τινά που πλαγχθέντα κομίσσατο ἧς ἀπὸ νηὸς ἀνδρῶν τηλεδαπῶν, ἐπεὶ οὔ τινες ἐγγύθεν εἰσίν: ἤ τίς οἱ εὐξαμένῃ πολυάρητος θεὸς ἦλθεν οὐρανόθεν καταβάς, ἕξει δέ μιν ἤματα πάντα. βέλτερον, εἰ καὐτή περ ἐποιχομένη πόσιν εὑρ῀εν ἄλλοθεν: ἦ γὰρ τούσδε γ ἀτιμάζει κατὰ δῆμον Φαίηκας, τοί μιν μνῶνται πολέες τε καὶ ἐσθλοί. ὣς ἐρέουσιν, ἐμοὶ δέ κ ὀνείδεα ταῦτα γένοιτο. καὶ δ ἄλλῃ νεμεσῶ, ἥ τις τοιαῦτά γε ῥέζοι, ἥ τ ἀέκητι φίλων πατρὸς καὶ μητρὸς ἐόντων, ἀνδράσι μίσγηται, πρίν γ ἀμφάδιον γάμον ἐλθεῖν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION