- 텍스트

Homer, Odyssey, Book 6 21:

(호메로스, 오디세이아, Book 6 21:)

ὣς ἔφαθ, αἱ δ ἀπάνευθεν ἴσαν, εἶπον δ ἄρα κούρῃ.? αὐτὰρ ὁ ἐκ ποταμοῦ χρόα νίζετο δῖος Ὀδυσσεὺς ἅλμην, ἥ οἱ νῶτα καὶ εὐρέας ἄμπεχεν ὤμους, ἐκ κεφαλῆς δ ἔσμηχεν ἁλὸς χνόον ἀτρυγέτοιο. αὐτὰρ ἐπεὶ δὴ πάντα λοέσσατο καὶ λίπ ἄλειψεν, ἀμφὶ δὲ εἵματα ἕσσαθ ἅ οἱ πόρε παρθένος ἀδμής, τὸν μὲν Ἀθηναίη θῆκεν Διὸς ἐκγεγαυῖα μείζονά τ εἰσιδέειν καὶ πάσσονα, κὰδ δὲ κάρητος οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας. ὡς δ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει, ὣς ἄρα τῷ κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις. ἕζετ ἔπειτ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης, κάλλεϊ καὶ χάρισι στίλβων: θηεῖτο δὲ κούρη. δή ῥα τότ ἀμφιπόλοισιν ἐυπλοκάμοισι μετηύδα:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION