호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸν δ αὖ Ναυσικάα λευκώλενος ἀντίον ηὔδα:? "ξεῖν, ἐπεὶ οὔτε κακῷ οὔτ ἄφρονι φωτὶ ἐοίκας: Ζεὺς δ αὐτὸς νέμει ὄλβον Ὀλύμπιος ἀνθρώποισιν, ἐσθλοῖς ἠδὲ κακοῖσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ: καί που σοὶ τάδ ἔδωκε, σὲ δὲ χρὴ τετλάμεν ἔμπης. νῦν δ, ἐπεὶ ἡμετέρην τε πόλιν καὶ γαῖαν ἱκάνεις, οὔτ οὖν ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου, ὧν ἐπέοιχ ἱκέτην ταλαπείριον ἀντιάσαντα. ἄστυ δέ τοι δείξω, ἐρέω δέ τοι οὔνομα λαῶν. Φαίηκες μὲν τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν, εἰμὶ δ ἐγὼ θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο, τοῦ δ ἐκ Φαιήκων ἔχεται κάρτος τε βίη τε.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기