호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
αἱ δ ὅτε δὴ ποταμοῖο ῥόον περικαλλέ ἵκοντο, ἔνθ ἦ τοι πλυνοὶ ἦσαν ἐπηετανοί, πολὺ δ ὕδωρ καλὸν ὑπεκπρόρεεν μάλα περ ῥυπόωντα καθῆραι, ἔνθ αἵ γ ἡμιόνους μὲν ὑπεκπροέλυσαν ἀπήνης.? καὶ τὰς μὲν σεῦαν ποταμὸν πάρα δινήεντα τρώγειν ἄγρωστιν μελιηδέα: ταὶ δ ἀπ ἀπήνης εἵματα χερσὶν ἕλοντο καὶ ἐσφόρεον μέλαν ὕδωρ, στεῖβον δ ἐν βόθροισι θοῶς ἔριδα προφέρουσαι. αὐτὰρ ἐπεὶ πλῦνάν τε κάθηράν τε ῥύπα πάντα, ἑξείης πέτασαν παρὰ θῖν ἁλός, ἧχι μάλιστα λάιγγας ποτὶ χέρσον ἀποπλύνεσκε θάλασσα. αἱ δὲ λοεσσάμεναι καὶ χρισάμεναι λίπ ἐλαίῳ δεῖπνον ἔπειθ εἵλοντο παρ ὄχθῃσιν ποταμοῖο, εἵματα δ ἠελίοιο μένον τερσήμεναι αὐγῇ. αὐτὰρ ἐπεὶ σίτου τάρφθεν δμῳαί τε καὶ αὐτή, σφαίρῃ ταὶ δ ἄρ ἔπαιζον, ἀπὸ κρήδεμνα βαλοῦσαι: τῇσι δὲ Ναυσικάα λευκώλενος ἤρχετο μολπῆς. οἱή δ Ἄρτεμις εἶσι κατ οὔρεα ἰοχέαιρα, ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον, τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισι: τῇ δέ θ ἅμα νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο, ἀγρονόμοι παίζουσι, γέγηθε δέ τε φρένα Λητώ: πασάων δ ὑπὲρ ἥ γε κάρη ἔχει ἠδὲ μέτωπα, ῥεῖά τ ἀριγνώτη πέλεται, καλαὶ δέ τε πᾶσαι: ὣς ἥ γ ἀμφιπόλοισι μετέπρεπε παρθένος ἀδμής.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기