호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς ὕπνῳ καὶ καμάτῳ ἀρημένος:? αὐτὰρ Ἀθήνη βῆ ῥ ἐς Φαιήκων ἀνδρῶν δῆμόν τε πόλιν τε, οἳ πρὶν μέν ποτ ἔναιον ἐν εὐρυχόρῳ Ὑπερείῃ, ἀγχοῦ Κυκλώπων ἀνδρῶν ὑπερηνορεόντων, οἵ σφεας σινέσκοντο, βίηφι δὲ φέρτεροι ἦσαν. ἔνθεν ἀναστήσας ἄγε Ναυσίθοος θεοειδής, εἷσεν δὲ Σχερίῃ, ἑκὰς ἀνδρῶν ἀλφηστάων, ἀμφὶ δὲ τεῖχος ἔλασσε πόλει, καὶ ἐδείματο οἴκους, καὶ νηοὺς ποίησε θεῶν, καὶ ἐδάσσατ ἀρούρας. ἀλλ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Αἴ¨δόσδε βεβήκει, Ἀλκίνοος δὲ τότ ἦρχε, θεῶν ἄπο μήδεα εἰδώς. τοῦ μὲν ἔβη πρὸς δῶμα θεά, γλαυκῶπις Ἀθήνη, νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα. βῆ δ ἴμεν ἐς θάλαμον πολυδαίδαλον, ᾧ ἔνι κούρη κοιμᾶτ ἀθανάτῃσι φυὴν καὶ εἶδος ὁμοίη, Ναυσικάα, θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο, πὰρ δὲ δύ ἀμφίπολοι, Χαρίτων ἄπο κάλλος ἔχουσαι, σταθμοῖιν ἑκάτερθε: θύραι δ ἐπέκειντο φαειναί. ἡ δ ἀνέμου ὡς πνοιὴ ἐπέσσυτο δέμνια κούρης, στῆ δ ἄρ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἐείπεν, εἰδομένη κούρῃ ναυσικλειτοῖο Δύμαντος, ἥ οἱ ὁμηλικίη μὲν ἐήν, κεχάριστο δὲ θυμῷ. τῇ μιν ἐεισαμένη προσέφη γλαυκῶπις Ἀθήνη:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기