- 텍스트

Homer, Odyssey, Book 5 50:

(호메로스, 오디세이아, Book 5 50:)

ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι:? βῆ ῥ ἴμεν εἰς ὕλην: τὴν δὲ σχεδὸν ὕδατος εὑρ῀εν ἐν περιφαινομένῳ: δοιοὺς δ ἄρ ὑπήλυθε θάμνους, ἐξ ὁμόθεν πεφυῶτας: ὁ μὲν φυλίης, ὁ δ ἐλαίης. τοὺς μὲν ἄρ οὔτ ἀνέμων διάη μένος ὑγρὸν ἀέντων, οὔτε ποτ ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν, οὔτ ὄμβρος περάασκε διαμπερές: ὣς ἄρα πυκνοὶ ἀλλήλοισιν ἔφυν ἐπαμοιβαδίς: οὓς ὑπ Ὀδυσσεὺς δύσετ. ἄφαρ δ εὐνὴν ἐπαμήσατο χερσὶ φίλῃσιν εὐρεῖαν: φύλλων γὰρ ἐήν χύσις ἤλιθα πολλή, ὅσσον τ ἠὲ δύω ἠὲ τρεῖς ἄνδρας ἔρυσθαι ὡρ´ῃ χειμερίῃ, εἰ καὶ μάλα περ χαλεπαίνοι. τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς, ἐν δ ἄρα μέσσῃ λέκτο, χύσιν δ ἐπεχεύατο φύλλων. ὡς δ ὅτε τις δαλὸν σποδιῇ ἐνέκρυψε μελαίνῃ ἀγροῦ ἐπ ἐσχατιῆς, ᾧ μὴ πάρα γείτονες ἄλλοι, σπέρμα πυρὸς σώζων, ἵνα μή ποθεν ἄλλοθεν αὐοί, ὣς Ὀδυσεὺς φύλλοισι καλύψατο: τῷ δ ἄρ Ἀθήνη ὕπνον ἐπ ὄμμασι χεῦ, ἵνα μιν παύσειε τάχιστα δυσπονέος καμάτοιο φίλα βλέφαρ ἀμφικαλύψας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION