호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ὤ μοι ἐγώ, τί πάθω·? τί νύ μοι μήκιστα γένηται· εἰ μέν κ ἐν ποταμῷ δυσκηδέα νύκτα φυλάσσω, μή μ ἄμυδις στίβη τε κακὴ καὶ θῆλυς ἐέρση ἐξ ὀλιγηπελίης δαμάσῃ κεκαφηότα θυμόν: αὔρη δ ἐκ ποταμοῦ ψυχρὴ πνέει ἠῶθι πρό. εἰ δέ κεν ἐς κλιτὺν ἀναβὰς καὶ δάσκιον ὕλην θάμνοις ἐν πυκινοῖσι καταδράθω, εἴ με μεθείη ῥῖγος καὶ κάματος, γλυκερὸς δέ μοι ὕπνος ἐπέλθῃ, δείδω, μὴ θήρεσσιν ἕλωρ καὶ κύρμα γένωμαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기