- 텍스트

Homer, Odyssey, Book 5 48:

(호메로스, 오디세이아, Book 5 48:)

ὣς φάθ, ὁ δ αὐτίκα παῦσεν ἑὸν ῥόον, ἔσχε δὲ κῦμα, πρόσθε δέ οἱ ποίησε γαλήνην, τὸν δ ἐσάωσεν ἐς ποταμοῦ προχοάς.? ὁ δ ἄρ ἄμφω γούνατ ἔκαμψε χεῖράς τε στιβαράς. ἁλὶ γὰρ δέδμητο φίλον κῆρ. ᾤδεε δὲ χρόα πάντα, θάλασσα δὲ κήκιε πολλὴ ἂν στόμα τε ῥῖνάς θ: ὁ δ ἄρ ἄπνευστος καὶ ἄναυδος κεῖτ ὀλιγηπελέων, κάματος δέ μιν αἰνὸς ἵκανεν. ἀλλ ὅτε δή ῥ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη, καὶ τότε δὴ κρήδεμνον ἀπὸ ἑό λῦσε θεοῖο. καὶ τὸ μὲν ἐς ποταμὸν ἁλιμυρήεντα μεθῆκεν, ἂψ δ ἔφερεν μέγα κῦμα κατὰ ῥόον, αἶψα δ ἄρ Ἰνὼ δέξατο χερσὶ φίλῃσιν: ὁ δ ἐκ ποταμοῖο λιασθεὶς σχοίνῳ ὑπεκλίνθη, κύσε δὲ ζείδωρον ἄρουραν. ὀχθήσας δ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION