호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸν δὲ ἴδεν Κάδμου θυγάτηρ, καλλίσφυροσ Ἰνώ, Λευκοθέη, ἣ πρὶν μὲν ἐήν βροτὸσ αὐδήεσσα, νῦν δ’ ἁλὸσ ἐν πελάγεσσι θεῶν ἒξ ἔμμορε τιμῆσ. ἥ ῥ’ Ὀδυσῆ’ ἐλέησεν ἀλώμενον, ἄλγε’ ἔχοντα, αἰθυίῃ δ’ ἐικυῖα ποτῇ ἀνεδύσετο λίμνησ, ἷζε δ’ ἐπὶ σχεδίησ πολυδέσμου εἶπέ τε μῦθον·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기