- 텍스트

Homer, Odyssey, Book 5 32:

(호메로스, 오디세이아, Book 5 32:)

ὣς ἄρα μιν εἰπόντ ἔλασεν μέγα κῦμα κατ ἄκρης δεινὸν ἐπεσσύμενον, περὶ δὲ σχεδίην ἐλέλιξε.? ἄλλοτε μέν τε Νότος Βορέῃ προβάλεσκε φέρεσθαι, ἄλλοτε δ αὖτ Εὖρος Ζεφύρῳ εἴξασκε διώκειν. τῆλε δ ἀπὸ σχεδίης αὐτὸς πέσε, πηδάλιον δὲ ἐκ χειρῶν προέηκε: μέσον δέ οἱ ἱστὸν ἐάξεν δεινὴ μισγομένων ἀνέμων ἐλθοῦσα θύελλα, τηλοῦ δὲ σπεῖρον καὶ ἐπίκριον ἔμπεσε πόντῳ. τὸν δ ἄρ ὑπόβρυχα θῆκε πολὺν χρόνον, οὐδ ἐδυνάσθη αἶψα μάλ ἀνσχεθέειν μεγάλου ὑπὸ κύματος ὁρμῆς: εἵματα γάρ ῥ ἐβάρυνε, τά οἱ πόρε δῖα Καλυψώ. ὀψὲ δὲ δή ῥ ἀνέδυ, στόματος δ ἐξέπτυσεν ἅλμην πικρήν, ἥ οἱ πολλὴ ἀπὸ κρατὸς κελάρυζεν. ἀλλ οὐδ ὣς σχεδίης ἐπελήθετο, τειρόμενός περ, ἀλλὰ μεθορμηθεὶς ἐνὶ κύμασιν ἐλλάβετ αὐτῆς, ἐν μέσσῃ δὲ καθῖζε τέλος θανάτου ἀλεείνων. τὴν δ ἐφόρει μέγα κῦμα κατὰ ῥόον ἔνθα καὶ ἔνθα. ὡς δ ὅτ ὀπωρινὸς Βορέης φορέῃσιν ἀκάνθας ἂμ πεδίον, πυκιναὶ δὲ πρὸς ἀλλήλῃσιν ἔχονται, ὣς τὴν ἂμ πέλαγος ἄνεμοι φέρον ἔνθα καὶ ἔνθα:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION