- 텍스트

Homer, Odyssey, Book 5 24:

(호메로스, 오디세이아, Book 5 24:)

ἦμος δ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ηὤς, αὐτίχ ὁ μὲν χλαῖνάν τε χιτῶνά τε ἕννυτ Ὀδυσσεύς, αὐτὴ δ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη, λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετ ἰξυῖ καλὴν χρυσείην, κεφαλῇ δ ἐφύπερθε καλύπτρην.? καὶ τότ Ὀδυσσῆι μεγαλήτορι μήδετο πομπήν: δῶκέν οἱ πέλεκυν μέγαν, ἄρμενον ἐν παλάμῃσι, χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον: αὐτὰρ ἐν αὐτῷ στειλειὸν περικαλλὲς ἐλάινον, εὖ ἐναρηρός: δῶκε δ ἔπειτα σκέπαρνον ἐύξοον: ἦρχε δ ὁδοῖο νήσου ἐπ ἐσχατιῆς, ὅθι δένδρεα μακρὰ πεφύκει, κλήθρη τ αἴγειρός τ, ἐλάτη τ ἦν οὐρανομήκης, αὐᾶ πάλαι, περίκηλα, τά οἱ πλώοιεν ἐλαφρῶς. αὐτὰρ ἐπεὶ δὴ δεῖξ, ὅθι δένδρεα μακρὰ πεφύκει, ἡ μὲν ἔβη πρὸς δῶμα Καλυψώ, δῖα θεάων, αὐτὰρ ὁ τάμνετο δοῦρα: θοῶς δέ οἱ ἤνυτο ἔργον. εἴκοσι δ ἔκβαλε πάντα, πελέκκησεν δ ἄρα χαλκῷ, ξέσσε δ ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν. τόφρα δ ἔνεικε τέρετρα Καλυψώ, δῖα θεάων: τέτρηνεν δ ἄρα πάντα καὶ ἡρ´μοσεν ἀλλήλοισιν, γόμφοισιν δ ἄρα τήν γε καὶ ἁρμονίῃσιν ἄρασσεν. ὅσσον τίς τ ἔδαφος νηὸς τορνώσεται ἀνὴρ φορτίδος εὐρείης, ἐὺ εἰδὼς τεκτοσυνάων, τόσσον ἔπ εὐρεῖαν σχεδίην ποιήσατ Ὀδυσσεύς. ἴκρια δὲ στήσας, ἀραρὼν θαμέσι σταμίνεσσι, ποίει: ἀτὰρ μακρῇσιν ἐπηγκενίδεσσι τελεύτα. ἐν δ ἱστὸν ποίει καὶ ἐπίκριον ἄρμενον αὐτῷ: πρὸς δ ἄρα πηδάλιον ποιήσατο, ὄφρ ἰθύνοι. φράξε δέ μιν ῥίπεσσι διαμπερὲς οἰσυΐνῃσι κύματος εἶλαρ ἔμεν: πολλὴν δ ἐπεχεύατο ὕλην. τόφρα δὲ φάρε ἔνεικε Καλυψώ, δῖα θεάων, ἱστία ποιήσασθαι: ὁ δ εὖ τεχνήσατο καὶ τά. ἐν δ ὑπέρας τε κάλους τε πόδας τ ἐνέδησεν ἐν αὐτῇ, μοχλοῖσιν δ ἄρα τήν γε κατείρυσεν εἰς ἅλα δῖαν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION