- 텍스트

Homer, Odyssey, Book 5 21:

(호메로스, 오디세이아, Book 5 21:)

τὴν δ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:? "πότνα θεά, μή μοι τόδε χώεο: οἶδα καὶ αὐτὸς πάντα μάλ, οὕνεκα σεῖο περίφρων Πηνελόπεια εἶδος ἀκιδνοτέρη μέγεθός τ εἰσάντα ἰδέσθαι: ἡ μὲν γὰρ βροτός ἐστι, σὺ δ ἀθάνατος καὶ ἀγήρως. ἀλλὰ καὶ ὣς ἐθέλω καὶ ἐέλδομαι ἤματα πάντα οἴκαδέ τ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι. εἰ δ αὖ τις ῥαίῃσι θεῶν ἐνὶ οἴνοπι πόντῳ, τλήσομαι ἐν στήθεσσιν ἔχων ταλαπενθέα θυμόν: ἤδη γὰρ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα κύμασι καὶ πολέμῳ: μετὰ καὶ τόδε τοῖσι γενέσθω.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION