호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"εἰρωτᾷς μ ἐλθόντα θεὰ θεόν:? αὐτὰρ ἐγώ τοι νημερτέως τὸν μῦθον ἐνισπήσω: κέλεαι γάρ. Ζεὺς ἐμέ γ ἠνώγει δεῦρ ἐλθέμεν οὐκ ἐθέλοντα: τίς δ ἂν ἑκὼν τοσσόνδε διαδράμοι ἁλμυρὸν ὕδωρ ἄσπετον· οὐδέ τις ἄγχι βροτῶν πόλις, οἵ τε θεοῖσιν ἱερά τε ῥέζουσι καὶ ἐξαίτους ἑκατόμβας. ἀλλὰ μάλ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθ ἁλιῶσαι. φησί τοι ἄνδρα παρεῖναι ὀιζυρώτατον ἄλλων, τῶν ἀνδρῶν, οἳ ἄστυ πέρι Πριάμοιο μάχοντο εἰνάετες, δεκάτῳ δὲ πόλιν πέρσαντες ἔβησαν οἴκαδ: ἀτὰρ ἐν νόστῳ Ἀθηναίην ἀλίτοντο, ἥ σφιν ἐπῶρς ἄνεμόν τε κακὸν καὶ κύματα μακρά. ἔνθ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι, τὸν δ ἄρα δεῦρ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε. τὸν νῦν ς ἠνώγειν ἀποπεμπέμεν ὅττι τάχιστα: οὐ γάρ οἱ τῇδ αἶσα φίλων ἀπονόσφιν ὀλέσθαι, ἀλλ ἔτι οἱ μοῖρ ἐστὶ φίλους τ ἰδέειν καὶ ἱκέσθαι οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기