호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Πιερίην δ ἐπιβὰς ἐξ αἰθέρος ἔμπεσε πόντῳ:? σεύατ ἔπειτ ἐπὶ κῦμα λάρῳ ὄρνιθι ἐοικώς, ὅς τε κατὰ δεινοὺς κόλπους ἁλὸς ἀτρυγέτοιο ἰχθῦς ἀγρώσσων πυκινὰ πτερὰ δεύεται ἅλμῃ: τῷ ἴκελος πολέεσσιν ὀχήσατο κύμασιν Ἑρμῆς. ἀλλ ὅτε δὴ τὴν νῆσον ἀφίκετο τηλόθ ἐοῦσαν, ἔνθ ἐκ πόντου βὰς ἰοειδέος ἤπειρόνδε ἠιέν, ὄφρα μέγα σπέος ἵκετο, τῷ ἔνι νύμφη ναῖεν ἐυπλόκαμος: τὴν δ ἔνδοθι τέτμεν ἐοῦσαν. πῦρ μὲν ἐπ ἐσχαρόφιν μέγα καίετο, τηλόσε δ ὀδμὴ κέδρου τ εὐκεάτοιο θύου τ ἀνὰ νῆσον ὀδώδει δαιομένων: ἡ δ ἔνδον ἀοιδιάους ὀπὶ καλῇ ἱστὸν ἐποιχομένη χρυσείῃ κερκίδ ὕφαινεν. ὕλη δὲ σπέος ἀμφὶ πεφύκει τηλεθόωσα, κλήθρη τ αἴγειρός τε καὶ εὐώδης κυπάρισσος. ἔνθα δέ τ ὄρνιθες τανυσίπτεροι εὐνάζοντο, σκῶπές τ ἴρηκές τε τανύγλωσσοί τε κορῶναι εἰνάλιαι, τῇσίν τε θαλάσσια ἔργα μέμηλεν. ἡ δ αὐτοῦ τετάνυστο περὶ σπείους γλαφυροῖο ἡμερὶς ἡβώωσα, τεθήλει δὲ σταφυλῇσι. κρῆναι δ ἑξείης πίσυρες ῥέον ὕδατι λευκῷ, πλησίαι ἀλλήλων τετραμμέναι ἄλλυδις ἄλλη. ἀμφὶ δὲ λειμῶνες μαλακοὶ ἰού ἠδὲ σελίνου θήλεον. ἔνθα κ ἔπειτα καὶ ἀθάνατός περ ἐπελθὼν θηήσαιτο ἰδὼν καὶ τερφθείη φρεσὶν ᾗσιν. ἔνθα στὰς θηεῖτο διάκτορος ἀργεϊφόντης. αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ, αὐτίκ ἄρ εἰς εὐρὺ σπέος ἤλυθεν. οὐδέ μιν ἄντην ἠγνοίησεν ἰδοῦσα Καλυψώ, δῖα θεάων: οὐ γάρ τ ἀγνῶτες θεοὶ ἀλλήλοισι πέλονται ἀθάνατοι, οὐδ εἴ τις ἀπόπροθι δώματα ναίει. οὐδ ἄρ Ὀδυσσῆα μεγαλήτορα ἔνδον ἔτετμεν, ἀλλ ὅ γ ἐπ ἀκτῆς κλαῖε καθήμενος, ἔνθα πάρος περ, δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων. πόντον ἐπ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων. Ἑρμείαν δ ἐρέεινε Καλυψώ, δῖα θεάων, ἐν θρόνῳ ἱδρύσασα φαεινῷ σιγαλόεντι:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기