호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"τίπτε, κασιγνήτη, δεῦρ ἤλυθες·? οὔ τι πάρος γε πωλέ, ἐπεὶ μάλα πολλὸν ἀπόπροθι δώματα ναίεις: καί με κέλεαι παύσασθαι ὀιζύος ἠδ ὀδυνάων πολλέων, αἵ μ ἐρέθουσι κατὰ φρένα καὶ κατὰ θυμόν, ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα, παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν, ἐσθλόν, τοῦ κλέος εὐρὺ καθ Ἑλλάδα καὶ μέσον Ἄργος: νῦν αὖ παῖς ἀγαπητὸς ἔβη κοίλης ἐπὶ νηός, νήπιος, οὔτε πόνων ἐὺ εἰδὼς οὔτ ἀγοράων. τοῦ δὴ ἐγὼ καὶ μᾶλλον ὀδύρομαι ἤ περ ἐκείνου: τοῦ δ ἀμφιτρομέω καὶ δείδια, μή τι πάθῃσιν, ἢ ὅ γε τῶν ἐνὶ δήμῳ, ἵν οἴχεται, ἢ ἐνὶ πόντῳ: δυσμενέες γὰρ πολλοὶ ἐπ αὐτῷ μηχανόωνται, ἱέμενοι κτεῖναι πρὶν πατρίδα γαῖαν ἱκέσθαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기