호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣς εἰπὼν ἐκρίνατ ἐείκοσι φῶτας ἀρίστους, βὰν δ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.? νῆα μὲν οὖν πάμπρωτον ἁλὸς βένθοσδε ἔρυσσαν, ἐν δ ἱστόν τ ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ, ἠρτύναντο δ ἐρετμὰ τροποῖς ἐν δερματίνοισιν, πάντα κατὰ μοῖραν, ἀνά θ ἱστία λευκὰ πέτασσαν: τεύχεα δέ σφ ἤνεικαν ὑπέρθυμοι θεράποντες. ὑψοῦ δ ἐν νοτίῳ τήν γ ὡρ´μισαν, ἐκ δ ἔβαν αὐτοί: ἔνθα δὲ δόρπον ἕλοντο, μένον δ ἐπὶ ἕσπερον ἐλθεῖν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기