호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ὣς ἐφάμην, ὁ δέ μ αὐτίκ ἀμειβόμενος προσέειπεν:? υἱὸς Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκία ναίων: τὸν δ ἴδον ἐν νήσῳ θαλερὸν κατὰ δάκρυ χέοντα, νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ ἴσχει: ὁ δ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι: οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι, οἵ κέν μιν πέμποιεν ἐπ εὐρέα νῶτα θαλάσσης. σοι δ οὐ θέσφατόν ἐστι, διοτρεφὲς ὦ Μενέλαε, Ἄργει ἐν ἱπποβότῳ θανέειν καὶ πότμον ἐπισπεῖν, ἀλλά ς ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης ἀθάνατοι πέμψουσιν, ὅθι ξανθὸς Ῥαδάμανθυς, τῇ περ ῥηίστη βιοτὴ πέλει ἀνθρώποισιν: οὐ νιφετός, οὔτ ἂρ χειμὼν πολὺς οὔτε ποτ ὄμβρος, ἀλλ αἰεὶ Ζεφύροιο λιγὺ πνείοντος ἀήτας Ὠκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους: οὕνεκ ἔχεις Ἑλένην καί σφιν γαμβρὸς Διός ἐσσι. "ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα. αὐτὰρ ἐγὼν ἐπὶ νῆας ἅμ ἀντιθέοις ἑτάροισιν ἠιά, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι. αὐτὰρ ἐπεί ῥ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν, δόρπον θ ὁπλισάμεσθ, ἐπί τ ἤλυθεν ἀμβροσίη νύξ, δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης. ἦμος δ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ηὤς, νῆας μὲν πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν, ἐν δ ἱστοὺς τιθέμεσθα καὶ ἱστία νηυσὶν ἐίσῃς, ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον: ἑξῆς δ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς. ἂψ δ εἰς Αἰγύπτοιο διιπετέος ποταμοῖο στῆσα νέας, καὶ ἔρεξα τεληέσσας ἑκατόμβας. αὐτὰρ ἐπεὶ κατέπαυσα θεῶν χόλον αἰὲν ἐόντων, χεῦ Ἀγαμέμνονι τύμβον, ἵν ἄσβεστον κλέος εἰή. ταῦτα τελευτήσας νεόμην, ἔδοσαν δέ μοι οὖρον ἀθάνατοι, τοί μ ὦκα φίλην ἐς πατρίδ ἔπεμψαν. ἀλλ ἄγε νῦν ἐπίμεινον ἐνὶ μεγάροισιν ἐμοῖσιν, ὄφρα κεν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται: καὶ τότε ς εὖ πέμψω, δώσω δέ τοι ἀγλαὰ δῶρα, τρεῖς ἵππους καὶ δίφρον ἐύξοον: αὐτὰρ ἔπειτα δώσω καλὸν ἄλεισον, ἵνα σπένδῃσθα θεοῖσιν ἀθανάτοις ἐμέθεν μεμνημένος ἤματα πάντα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기