호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ὣς ἐφάμην, ὁ δέ μ αὐτίκ ἀμειβόμενος προσέειπεν:? Ἀτρεΐδη, τί με ταῦτα διείρεαι· οὐδέ τί σε χρὴ ἴδμεναι, οὐδὲ δαῆναι ἐμὸν νόον: οὐδέ σέ φημι δὴν ἄκλαυτον ἔσεσθαι, ἐπὴν ἐὺ πάντα πύθηαι. πολλοὶ μὲν γὰρ τῶν γε δάμεν, πολλοὶ δὲ λίποντο: ἀρχοὶ δ αὖ δύο μοῦνοι Ἀχαιῶν χαλκοχιτώνων ἐν νόστῳ ἀπόλοντο: μάχῃ δέ τε καὶ σὺ παρῆσθα. εἷς δ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기