- 텍스트

Homer, Odyssey, Book 4 46:

(호메로스, 오디세이아, Book 4 46:)

"τόφρα δ ἄρ ἥ γ ὑποδῦσα θαλάσσης εὐρέα κόλπον τέσσαρα φωκάων ἐκ πόντου δέρματ ἔνεικε:? πάντα δ ἔσαν νεόδαρτα: δόλον δ ἐπεμήδετο πατρί. εὐνὰς δ ἐν ψαμάθοισι διαγλάψας ἁλίῃσιν ἧστο μένους: ἡμεῖς δὲ μάλα σχεδὸν ἤλθομεν αὐτῆς: ἑξείης δ εὔνησε, βάλεν δ ἐπὶ δέρμα ἑκάστῳ. ἔνθα κεν αἰνότατος λόχος ἔπλετο: τεῖρε γὰρ αἰνῶς φωκάων ἁλιοτρεφέων ὀλοώτατος ὀδμή: τίς γάρ κ εἰναλίῳ παρὰ κήτεϊ κοιμηθείη· ἀλλ αὐτὴ ἐσάωσε καὶ ἐφράσατο μέγ ὄνειαρ: ἀμβροσίην ὑπὸ ῥῖνα ἑκάστῳ θῆκε φέρουσα ἡδὺ μάλα πνείουσαν, ὄλεσσε δὲ κήτεος ὀδμήν. πᾶσαν δ ἠοίην μένομεν τετληότι θυμῷ: φῶκαι δ ἐξ ἁλὸς ἦλθον ἀολλέες. αἱ μὲν ἔπειτα ἑξῆς εὐνάζοντο παρὰ ῥηγμῖνι θαλάσσης: ἔνδιος δ ὁ γέρων ἦλθ ἐξ ἁλός, εὑρ῀ε δὲ φώκας ζατρεφέας, πάσας δ ἄρ ἐπῴχετο, λέκτο δ ἀριθμόν: ἐν δ ἡμέας πρώτους λέγε κήτεσιν, οὐδέ τι θυμῷ ὠΐσθη δόλον εἶναι: ἔπειτα δὲ λέκτο καὶ αὐτός. ἡμεῖς δὲ ἰάχοντες ἐπεσσύμεθ, ἀμφὶ δὲ χεῖρας βάλλομεν: οὐδ ὁ γέρων δολίης ἐπελήθετο τέχνης, ἀλλ ἦ τοι πρώτιστα λέων γένετ ἠυγένειος, αὐτὰρ ἔπειτα δράκων καὶ πάρδαλις ἠδὲ μέγας σῦς: γίγνετο δ ὑγρὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον: ἡμεῖς δ ἀστεμφέως ἔχομεν τετληότι θυμῷ. ἀλλ ὅτε δή ῥ ἀνίαζ ὁ γέρων ὀλοφώια εἰδώς, καὶ τότε δή μ ἐπέεσσιν ἀνειρόμενος προσέειπε:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION