호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ὣς ἐφάμην, ἡ δ αὐτίκ ἀμείβετο δῖα θεάων:? τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλ ἀτρεκέως ἀγορεύσω. ἦμος δ ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκῃ, τῆμος ἄρ ἐξ ἁλὸς εἶσι γέρων ἅλιος νημερτὴς πνοιῇ ὕπο Ζεφύροιο μελαίνῃ φρικὶ καλυφθείς, ἐκ δ ἐλθὼν κοιμᾶται ὑπὸ σπέσσι γλαφυροῖσιν: ἀμφὶ δέ μιν φῶκαι νέποδες καλῆς ἁλοσύδνης ἁθρόαι εὕδουσιν, πολιῆς ἁλὸς ἐξαναδῦσαι, πικρὸν ἀποπνείουσαι ἁλὸς πολυβενθέος ὀδμήν. ἔνθα ς ἐγὼν ἀγαγοῦσα ἅμ ἠοῖ φαινομένηφιν εὐνάσω ἑξείης: σὺ δ ἐὺ κρίνασθαι ἑταίρους τρεῖς, οἵ τοι παρὰ νηυσὶν ἐυσσέλμοισιν ἄριστοι. πάντα δέ τοι ἐρέω ὀλοφώια τοῖο γέροντος. φώκας μέν τοι πρῶτον ἀριθμήσει καὶ ἔπεισιν: αὐτὰρ ἐπὴν πάσας πεμπάσσεται ἠδὲ ἴδηται, λέξεται ἐν μέσσῃσι νομεὺς ὣς πώεσι μήλων. τὸν μὲν ἐπὴν δὴ πρῶτα κατευνηθέντα ἴδησθε, καὶ τότ ἔπειθ ὑμῖν μελέτω κάρτος τε βίη τε, αὖθι δ ἔχειν μεμαῶτα καὶ ἐσσύμενόν περ ἀλύξαι. πάντα δὲ γιγνόμενος πειρήσεται, ὅσς ἐπὶ γαῖαν ἑρπετὰ γίγνονται, καὶ ὕδωρ καὶ θεσπιδαὲς πῦρ: ὑμεῖς δ ἀστεμφέως ἐχέμεν μᾶλλόν τε πιέζειν. ἀλλ ὅτε κεν δή ς αὐτὸς ἀνείρηται ἐπέεσσι, τοῖος ἐὼν οἱό῀ν κε κατευνηθέντα ἴδησθε, καὶ τότε δὴ σχέσθαι τε βίης λῦσαί τε γέροντα, ἡρ´ως, εἴρεσθαι δέ, θεῶν ὅς τίς σε χαλέπτει, νόστον θ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα. "ὣς εἰποῦς ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα. αὐτὰρ ἐγὼν ἐπὶ νῆας, ὅθ ἕστασαν ἐν ψαμάθοισιν, ἠιά: πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι. αὐτὰρ ἐπεί ῥ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν, δόρπον θ ὁπλισάμεσθ, ἐπί τ ἤλυθεν ἀμβροσίη νύξ: δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης. ἦμος δ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ηὤς, καὶ τότε δὴ παρὰ θῖνα θαλάσσης εὐρυπόροιο ἠιά πολλὰ θεοὺς γουνούμενος: αὐτὰρ ἑταίρους τρεῖς ἄγον, οἷσι μάλιστα πεποίθεα πᾶσαν ἐπ ἰθύν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기