호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸν δὲ μέγ ὀχθήσας προσέθη ξανθὸς Μενέλαος:? "ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ ἤθελον εὐνηθῆναι ἀνάλκιδες αὐτοὶ ἐόντες. ὡς δ ὁπότ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα βοσκομένη, ὁ δ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν, ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν, ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει. αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον, τοῖος ἐών, οἱό῀ς ποτ ἐυκτιμένῃ ἐνὶ Λέσβῳ ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς, κὰδ δ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί, τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς: πάντες κ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε. ταῦτα δ ἅ μ εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε ἄλλα παρὲξ εἴποιμι παρακλιδόν, οὐδ ἀπατήσω, ἀλλὰ τὰ μέν μοι ἐείπε γέρων ἅλιος νημερτής, τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδ ἐπικεύσω.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기