호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣς ἔφατ, Ἀργείη δ Ἑλένη δμῳῇσι κέλευσεν δέμνι ὑπ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ πορφύρε ἐμβαλέειν στορέσαι τ ἐφύπερθε τάπητας, χλαίνας τ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.? αἱ δ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι, δέμνια δὲ στόρεσαν: ἐκ δὲ ξείνους ἄγε κῆρυξ. οἱ μὲν ἄρ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο, Τηλέμαχός θ ἡρ´ως καὶ Νέστορος ἀγλαὸς υἱός: Ἀτρεΐδης δὲ καθεῦδε μυχῷ δόμου ὑψηλοῖο, πὰρ δ Ἑλένη τανύπεπλος ἐλέξατο, δῖα γυναικῶν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기