- 텍스트

Homer, Odyssey, Book 4 23:

(호메로스, 오디세이아, Book 4 23:)

τὸν δ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος:? "ὦ φίλ, ἐπεὶ τόσα εἶπες, ὅς ἂν πεπνυμένος ἀνὴρ εἴποι καὶ ῥέξειε, καὶ ὃς προγενέστερος εἰή: τοίου γὰρ καὶ πατρός, ὃ καὶ πεπνυμένα βάζεις, ῥεῖα δ ἀρίγνωτος γόνος ἀνέρος ᾧ τε Κρονίων ὄλβον ἐπικλώσῃ γαμέοντί τε γεινομένῳ τε, ὡς νῦν Νέστορι δῶκε διαμπερὲς ἤματα πάντα αὐτὸν μὲν λιπαρῶς γηρασκέμεν ἐν μεγάροισιν, υἱέας αὖ πινυτούς τε καὶ ἔγχεσιν εἶναι ἀρίστους. ἡμεῖς δὲ κλαυθμὸν μὲν ἐάσομεν, ὃς πρὶν ἐτύχθη, δόρπου δ ἐξαῦτις μνησώμεθα, χερσὶ δ ἐφ ὕδωρ χευάντων. μῦθοι δὲ καὶ ἠῶθέν περ ἔσονται Τηλεμάχῳ καὶ ἐμοὶ διαειπέμεν ἀλλήλοισιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION