호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸν δ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος:? "ὢ πόποι, ἦ μάλα δὴ φίλου ἀνέρος υἱὸς ἐμὸν δῶ ἵκεθ, ὃς εἵνεκ ἐμεῖο πολέας ἐμόγησεν ἀέθλους: καί μιν ἔφην ἐλθόντα φιλησέμεν ἔξοχον ἄλλων Ἀργείων, εἰ νῶιν ὑπεὶρ ἅλα νόστον ἔδωκε νηυσὶ θοῇσι γενέσθαι Ὀλύμπιος εὐρύοπα Ζεύς. καί κέ οἱ Ἄργεϊ νάσσα πόλιν καὶ δώματ ἔτευξα, ἐξ Ἰθάκης ἀγαγὼν σὺν κτήμασι καὶ τέκεϊ ᾧ καὶ πᾶσιν λαοῖσι, μίαν πόλιν ἐξαλαπάξας, αἳ περιναιετάουσιν, ἀνάσσονται δ ἐμοὶ αὐτῷ. καί κε θάμ ἐνθάδ ἐόντες ἐμισγόμεθ: οὐδέ κεν ἡμέας ἄλλο διέκρινεν φιλέοντέ τε τερπομένω τε, πρίν γ ὅτε δὴ θανάτοιο μέλαν νέφος ἀμφεκάλυψεν. ἀλλὰ τὰ μέν που μέλλεν ἀγάσσεσθαι θεὸς αὐτός, ὃς κεῖνον δύστηνον ἀνόστιμον οἰο῀ν ἔθηκεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기