- 텍스트

Homer, Odyssey, Book 4 18:

(호메로스, 오디세이아, Book 4 18:)

τὸν δ αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα:? "Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν, κείνου μέν τοι ὅδ υἱὸς ἐτήτυμον, ὡς ἀγορεύεις: ἀλλὰ σαόφρων ἐστί, νεμεσσᾶται δ ἐνὶ θυμῷ ὧδ ἐλθὼν τὸ πρῶτον ἐπεσβολίας ἀναφαίνειν ἄντα σέθεν, τοῦ νῶι θεοῦ ὣς τερπόμεθ αὐδῇ. αὐτὰρ ἐμὲ προέηκε Γερήνιος ἱππότα Νέστωρ τῷ ἅμα πομπὸν ἕπεσθαι: ἐέλδετο γάρ σε ἰδέσθαι, ὄφρα οἱ ἤ τι ἔπος ὑποθήσεαι ἠέ τι ἔργον. πολλὰ γὰρ ἄλγε ἔχει πατρὸς πάϊς οἰχομένοιο ἐν μεγάροις, ᾧ μὴ ἄλλοι ἀοσσητῆρες ἐώσιν, ὡς νῦν Τηλεμάχῳ ὁ μὲν οἴχεται, οὐδέ οἱ ἄλλοι εἴς οἵ κεν κατὰ δῆμον ἀλάλκοιεν κακότητα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION