호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸν δ’ αὖ Νεστορίδησ Πεισίστρατοσ ἀντίον ηὔδα· "Ἀτρεί̈δη Μενέλαε διοτρεφέσ, ὄρχαμε λαῶν, κείνου μέν τοι ὅδ’ υἱὸσ ἐτήτυμον, ὡσ ἀγορεύεισ· ἀλλὰ σαόφρων ἐστί, νεμεσσᾶται δ’ ἐνὶ θυμῷ ὧδ’ ἐλθὼν τὸ πρῶτον ἐπεσβολίασ ἀναφαίνειν ἄντα σέθεν, τοῦ νῶι θεοῦ ὣσ τερπόμεθ’ αὐδῇ. αὐτὰρ ἐμὲ προέηκε Γερήνιοσ ἱππότα Νέστωρ τῷ ἅμα πομπὸν ἕπεσθαι· ἐέλδετο γάρ σε ἰδέσθαι, ὄφρα οἱ ἤ τι ἔποσ ὑποθήσεαι ἠέ τι ἔργον. πολλὰ γὰρ ἄλγε’ ἔχει πατρὸσ πάϊσ οἰχομένοιο ἐν μεγάροισ, ᾧ μὴ ἄλλοι ἀοσσητῆρεσ ἐώσιν, ὡσ νῦν Τηλεμάχῳ ὁ μὲν οἴχεται, οὐδέ οἱ ἄλλοι εἴσ’ οἵ κεν κατὰ δῆμον ἀλάλκοιεν κακότητα.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기