호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣσ ἔφαθ’, οἱ δ’ ἄρα τοῦ μάλα μὲν κλύον ἠδ’ ἐπίθοντο, καρπαλίμωσ δ’ ἔζευξαν ὑφ’ ἁρ́μασιν ὠκέασ ἵππουσ. ἐν δὲ γυνὴ ταμίη σῖτον καὶ οἶνον ἔθηκεν ὄψα τε, οἱᾶ ἔδουσι διοτρεφέεσ βασιλῆεσ. ἂν δ’ ἄρα Τηλέμαχοσ περικαλλέα βήσετο δίφρον· πὰρ δ’ ἄρα Νεστορίδησ Πεισίστρατοσ, ὄρχαμοσ ἀνδρῶν, ἐσ δίφρον τ’ ἀνέβαινε καὶ ἡνία λάζετο χερσί, μάστιξεν δ’ ἐλάαν, τὼ δ’ οὐκ ἀέκοντε πετέσθην ἐσ πεδίον, λιπέτην δὲ Πύλου αἰπὺ πτολίεθρον. οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶσ ἔχοντεσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기