- 텍스트

Homer, Odyssey, Book 3 44:

(호메로스, 오디세이아, Book 3 44:)

αὐτὰρ ἐπεί ῥ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο, αὐτίκα Νέστορος υἱὸς ὑπέρθυμος Θρασυμήδης ἤλασεν ἄγχι στάς:? πέλεκυς δ ἀπέκοψε τένοντας αὐχενίους, λῦσεν δὲ βοὸς μένος. αἱ δ ὀλόλυξαν θυγατέρες τε νυοί τε καὶ αἰδοίη παράκοιτις Νέστορος, Εὐρυδίκη, πρέσβα Κλυμένοιο θυγατρῶν. οἱ μὲν ἔπειτ ἀνελόντες ἀπὸ χθονὸς εὐρυοδείης ἔσχον: ἀτὰρ σφάξεν Πεισίστρατος, ὄρχαμος ἀνδρῶν. τῆς δ ἐπεὶ ἐκ μέλαν αἷμα ῥύη, λίπε δ ὀστέα θυμός, αἶψ ἄρα μιν διέχευαν, ἄφαρ δ ἐκ μηρία τάμνον πάντα κατὰ μοῖραν, κατά τε κνίσῃ ἐκάλυψαν δίπτυχα ποιήσαντες, ἐπ αὐτῶν δ ὠμοθέτησαν. καῖε δ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δ αἴθοπα οἶνον λεῖβε: νέοι δὲ παρ αὐτὸν ἔχον πεμπώβολα χερσίν. αὐτὰρ ἐπεὶ κατὰ μῆρ ἐκάη καὶ σπλάγχνα πάσαντο, μίστυλλόν τ ἄρα τἆλλα καὶ ἀμφ ὀβελοῖσιν ἔπειραν, ὤπτων δ ἀκροπόρους ὀβελοὺς ἐν χερσὶν ἔχοντες.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION