호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἦμος δ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ηὤς, ὤρνυτ ἄρ ἐξ εὐνῆφι Γερήνιος ἱππότα Νέστωρ, ἐκ δ ἐλθὼν κατ ἄρ ἕζετ ἐπὶ ξεστοῖσι λίθοισιν, οἵ οἱ ἔσαν προπάροιθε θυράων ὑψηλάων, λευκοί, ἀποστίλβοντες ἀλείφατος:? οἷς ἔπι μὲν πρὶν Νηλεὺς ἵζεσκεν, θεόφιν μήστωρ ἀτάλαντος: ἀλλ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Αἴ¨δόσδε βεβήκει, Νέστωρ αὖ τότ ἐφῖζε Γερήνιος, οὖρος Ἀχαιῶν, σκῆπτρον ἔχων. περὶ δ υἱε῀ς ἀολλέες ἠγερέθοντο ἐκ θαλάμων ἐλθόντες, Ἐχέφρων τε Στρατίος τε Περσεύς τ Ἄρητός τε καὶ ἀντίθεος Θρασυμήδης. τοῖσι δ ἔπειθ ἕκτος Πεισίστρατος ἤλυθεν ἡρ´ως, πὰρ δ ἄρα Τηλέμαχον θεοείκελον εἷσαν ἄγοντες. τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기