호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣς ἔφατ εὐχόμενος, τοῦ δ ἔκλυε Παλλὰς Ἀθήνη.? τοῖσιν δ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ, υἱάσι καὶ γαμβροῖσιν, ἑὰ πρὸς δώματα καλά. ἀλλ ὅτε δώμαθ ἵκοντο ἀγακλυτὰ τοῖο ἄνακτος, ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε: τοῖς δ ὁ γέρων ἐλθοῦσιν ἀνὰ κρητῆρα κέρασσεν οἴνου ἡδυπότοιο, τὸν ἑνδεκάτῳ ἐνιαυτῷ ὠίξεν ταμίη καὶ ἀπὸ κρήδεμνον ἔλυσε: τοῦ ὁ γέρων κρητῆρα κεράσσατο, πολλὰ δ Ἀθήνῃ εὔχετ ἀποσπένδων, κούρῃ Διὸς αἰγιόχοιο.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기