호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὴν δ’ αὖ Τηλέμαχοσ πεπνυμένοσ ἀντίον ηὔδα· "Μέντορ, μηκέτι ταῦτα λεγώμεθα κηδόμενοί περ· κείνῳ δ’ οὐκέτι νόστοσ ἐτήτυμοσ, ἀλλά οἱ ἤδη φράσσαντ’ ἀθάνατοι θάνατον καὶ κῆρα μέλαιναν. νῦν δ’ ἐθέλω ἔποσ ἄλλο μεταλλῆσαι καὶ ἐρέσθαι Νέστορ’, ἐπεὶ περὶ οἶδε δίκασ ἠδὲ φρόνιν ἄλλων· τρὶσ γὰρ δή μίν φασιν ἀνάξασθαι γένε’ ἀνδρῶν· ὥσ τέ μοι ἀθάνατοσ ἰνδάλλεται εἰσοράασθαι. ὦ Νέστορ Νηληϊάδη, σὺ δ’ ἀληθὲσ ἐνίσπεσ· πῶσ ἔθαν’ Ἀτρεί̈δησ εὐρὺ κρείων Ἀγαμέμνων; ποῦ Μενέλαοσ ἐήν; τίνα δ’ αὐτῷ μήσατ’ ὄλεθρον Αἴγισθοσ δολόμητισ, ἐπεὶ κτάνε πολλὸν ἀρείω; ἦ οὐκ Ἄργεοσ ἠε͂ν Ἀχαιικοῦ, ἀλλά πῃ ἄλλῃ πλάζετ’ ἐπ’ ἀνθρώπουσ, ὁ δὲ θαρσήσασ κατέπεφνε;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기