- 텍스트

Homer, Odyssey, Book 3 19:

(호메로스, 오디세이아, Book 3 19:)

τὸν δ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:? "ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν, καὶ λίην κεῖνος μὲν ἐτίσατο, καί οἱ Ἀχαιοὶ οἴσουσι κλέος εὐρὺ καὶ ἐσσομένοισι πυθέσθαι: αἲ γὰρ ἐμοὶ τοσσήνδε θεοὶ δύναμιν περιθεῖεν, τίσασθαι μνηστῆρας ὑπερβασίης ἀλεγεινῆς, οἵ τέ μοι ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται. ἀλλ οὔ μοι τοιοῦτον ἐπέκλωσαν θεοὶ ὄλβον, πατρί τ ἐμῷ καὶ ἐμοί: νῦν δὲ χρὴ τετλάμεν ἔμπης.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION