호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ὣσ ἦλθον, φίλε τέκνον, ἀπευθήσ, οὐδέ τι οἶδα κείνων, οἵ τ’ ἐσάωθεν Ἀχαιῶν οἵ τ’ ἀπόλοντο. ὅσσα δ’ ἐνὶ μεγάροισι καθήμενοσ ἡμετέροισι πεύθομαι, ἣ θέμισ ἐστί, δαήσεαι, κοὐδέ σε δεύσω. εὖ μὲν Μυρμιδόνασ φάσ’ ἐλθέμεν ἐγχεσιμώρουσ, οὓσ ἄγ’ Ἀχιλλῆοσ μεγαθύμου φαίδιμοσ υἱόσ, εὖ δὲ Φιλοκτήτην, Ποιάντιον ἀγλαὸν υἱόν. πάντασ δ’ Ἰδομενεὺσ Κρήτην εἰσήγαγ’ ἑταίρουσ, οἳ φύγον ἐκ πολέμου, πόντοσ δέ οἱ οὔ τιν’ ἀπηύρα. Ἀτρεί̈δην δὲ καὶ αὐτοὶ ἀκούετε, νόσφιν ἐόντεσ, ὥσ τ’ ἦλθ’, ὥσ τ’ Αἴγισθοσ ἐμήσατο λυγρὸν ὄλεθρον. ἀλλ’ ἦ τοι κεῖνοσ μὲν ἐπισμυγερῶσ ἀπέτισεν· ὡσ ἀγαθὸν καὶ παῖδα καταφθιμένοιο λιπέσθαι ἀνδρόσ, ἐπεὶ καὶ κεῖνοσ ἐτίσατο πατροφονῆα, Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα. καὶ σὺ φίλοσ, μάλα γάρ σ’ ὁρόω καλόν τε μέγαν τε, ἄλκιμοσ ἔσσ’, ἵνα τίσ σε καὶ ὀψιγόνων ἐὺ εἴπῃ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기