- 텍스트

Homer, Odyssey, Book 3 15:

(호메로스, 오디세이아, Book 3 15:)

τὸν δ ἠμείβετ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ:? "ὦ φίλ, ἐπεί μ ἔμνησας ὀιζύος, ἥν ἐν ἐκείνῳ δήμῳ ἀνέτλημεν μένος ἄσχετοι υἱε῀ς Ἀχαιῶν, ἠμέν ὅσα ξὺν νηυσίν ἐπ ἠεροειδέα πόντον πλαζόμενοι κατὰ ληίδ, ὅπῃ ἄρξειεν Ἀχιλλεύς, ἠδ ὅσα καὶ περί ἄστυ μέγα Πριάμοιο ἄνακτος μαρνάμεθ: ἔνθα δ ἔπειτα κατέκταθεν ὅσσοι ἄριστοι. ἔνθα μὲν Αἰάς κεῖται ἀρήιος, ἔνθα δ Ἀχιλλεύς, ἔνθα δὲ Πάτροκλος, θεόφιν μήστωρ ἀτάλαντος, ἔνθα δ ἐμὸς φίλος υἱός, ἅμα κρατερὸς καὶ ἀμύμων, Ἀντίλοχος, πέρι μὲν θείειν ταχὺς ἠδὲ μαχητής: ἄλλα τε πόλλ ἐπὶ τοῖς πάθομεν κακά: τίς κεν ἐκεῖνα πάντα γε μυθήσαιτο καταθνητῶν ἀνθρώπων· οὐδ εἰ πεντάετές γε καὶ ἑξάετες παραμίμνων ἐξερέοις ὅσα κεῖθι πάθον κακὰ δῖοι Ἀχαιοί: πρίν κεν ἀνιηθεὶς σὴν πατρίδα γαῖαν ἵκοιο. εἰνάετες γάρ σφιν κακὰ ῥάπτομεν ἀμφιέποντες παντοίοισι δόλοισι, μόγις δ ἐτέλεσσε Κρονίων. ἔνθ οὔ τίς ποτε μῆτιν ὁμοιωθήμεναι ἄντην ἤθελ, ἐπεὶ μάλα πολλὸν ἐνίκα δῖος Ὀδυσσεὺς παντοίοισι δόλοισι, πατὴρ τεός, εἰ ἐτεόν γε κείνου ἔκγονός ἐσσι: σέβας μ ἔχει εἰσορόωντα. ἦ τοι γὰρ μῦθοί γε ἐοικότες, οὐδέ κε φαίης ἄνδρα νεώτερον ὧδε ἐοικότα μυθήσασθαι. ἔνθ ἦ τοι ἡο῀ς μὲν ἐγὼ καὶ δῖος Ὀδυσσεὺς οὔτε ποτ εἰν ἀγορῇ δίχ ἐβάζομεν οὔτ ἐνὶ βουλῇ, ἀλλ ἕνα θυμὸν ἔχοντε νόω καὶ ἐπίφρονι βουλῇ φραζόμεθ Ἀργείοισιν ὅπως ὄχ ἄριστα γένοιτο. αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν, βῆμεν δ ἐν νήεσσι, θεὸς δ ἐσκέδασσεν Ἀχαιούς, καὶ τότε δὴ Ζεὺς λυγρὸν ἐνὶ φρεσὶ μήδετο νόστον Ἀργείοις, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι πάντες ἔσαν: τῶ σφεων πολέες κακὸν οἶτον ἐπέσπον μήνιος ἐξ ὀλοῆς γλαυκώπιδος ὀβριμοπάτρης. ἥ τ ἔριν Ἀτρεΐδῃσι μετ ἀμφοτέροισιν ἔθηκε. τὼ δὲ καλεσσαμένω ἀγορὴν ἐς πάντας Ἀχαιούς, μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐς ἠέλιον καταδύντα, οἱ ἦλθον οἴνῳ βεβαρηότες υἱε῀ς Ἀχαιῶν, μῦθον μυθείσθην, τοῦ εἵνεκα λαὸν ἄγειραν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION