호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣς ἄρα φωνήσας ἡγήσατο Παλλὰς Ἀθήνη καρπαλίμως:? ὁ δ ἔπειτα μετ ἴχνια βαῖνε θεοῖο. ἷξον δ ἐς Πυλίων ἀνδρῶν ἄγυρίν τε καὶ ἕδρας, ἔνθ ἄρα Νέστωρ ἧστο σὺν υἱάσιν, ἀμφὶ δ ἑταῖροι δαῖτ ἐντυνόμενοι κρέα τ ὤπτων ἄλλα τ ἔπειρον. οἱ δ ὡς οὖν ξείνους ἴδον, ἁθρόοι ἦλθον ἅπαντες, χερσίν τ ἠσπάζοντο καὶ ἑδριάασθαι ἄνωγον. πρῶτος Νεστορίδης Πεισίστρατος ἐγγύθεν ἐλθὼν ἀμφοτέρων ἕλε χεῖρα καὶ ἵδρυσεν παρὰ δαιτὶ κώεσιν ἐν μαλακοῖσιν ἐπὶ ψαμάθοις ἁλίῃσιν πάρ τε κασιγνήτῳ Θρασυμήδεϊ καὶ πατέρι ᾧ: δῶκε δ ἄρα σπλάγχνων μοίρας, ἐν δ οἶνον ἔχευεν χρυσείῳ δέπαϊ: δειδισκόμενος δὲ προσηύδα Παλλάδ Ἀθηναίην κούρην Διὸς αἰγιόχοιο:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기